1th 5:27 UGNT
逐节对照
交叉引用
  • Mark 5:7 - καὶ κράξας φωνῇ μεγάλῃ λέγει, τί ἐμοὶ καὶ σοί Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου? ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
  • 1 Timothy 1:18 - ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον, Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
  • 1 Timothy 6:13 - παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζῳοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πειλάτου τὴν καλὴν ὁμολογίαν,
  • 2 Timothy 4:1 - διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ:
  • Acts 19:13 - ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες, ὁρκίζω ὑμᾶς, τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.
  • 1 Timothy 6:17 - τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ Θεῷ, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν;
  • Matthew 26:63 - ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ.
  • 1 Thessalonians 2:11 - καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ,
  • 2 Thessalonians 3:14 - εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.
  • Hebrews 3:1 - ὅθεν, ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου, μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν,
  • 1 Timothy 1:3 - καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν,
  • 1 Timothy 5:7 - καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν.
  • 1 Timothy 5:21 - διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ, καὶ Χριστοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
  • Colossians 4:16 - καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικίας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
逐节对照交叉引用