1ti 5:19 NA28
逐节对照
交叉引用
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11:30 - ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25:16 - πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
  • ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:28 - ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 - Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν· τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτου;
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:17 - καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:2 - κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:3 - πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:4 - ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:5 - εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:6 - ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:8 - παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:9 - συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:10 - Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:11 - δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:12 - καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:13 - οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 13:1 - Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
  • ΠΡΟΣ ΤΙΤΟΝ 1:6 - εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:16 - ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·
逐节对照交叉引用