jhn 14:1 UGNT
逐节对照
交叉引用
  • John 5:23 - ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὸν πέμψαντα αὐτόν.
  • John 16:3 - καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ.
  • John 12:27 - νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω, Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης? ἀλλὰ διὰ τοῦτο, ἦλθον εἰς τὴν ὥραν ταύτην.
  • John 16:6 - ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
  • John 11:33 - Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν.
  • 2 Corinthians 2:7 - ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ, καταποθῇ ὁ τοιοῦτος.
  • Ephesians 1:15 - διὰ τοῦτο, κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
  • Acts 3:15 - τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
  • Acts 3:16 - καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ, ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
  • 2 Thessalonians 2:2 - εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου.
  • 1 John 2:23 - πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει.
  • 1 John 2:24 - ὑμεῖς ὃ ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε.
  • John 11:25 - εἶπεν αὐτῇ ὁ Ἰησοῦς, ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή; ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται;
  • John 11:26 - καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο?
  • John 11:27 - λέγει αὐτῷ, ναί, Κύριε; ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
  • John 13:19 - ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται, ὅτι ἐγώ εἰμι.
  • 2 Corinthians 4:8 - ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι; ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι;
  • 2 Corinthians 4:9 - διωκόμενοι, ἀλλ’ οὐκ ἐνκαταλειπόμενοι; καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι;
  • 2 Corinthians 4:10 - πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ;
  • Ephesians 1:12 - εἰς τὸ εἶναι ἡμᾶς, εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ;
  • Ephesians 1:13 - ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας, τῷ Ἁγίῳ;
  • 1 Thessalonians 3:3 - τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι, εἰς τοῦτο κείμεθα.
  • 1 Thessalonians 3:4 - καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε.
  • Hebrews 12:12 - διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε;
  • Hebrews 12:13 - καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
  • 1 Peter 1:21 - τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα, εἶναι εἰς Θεόν.
  • Ephesians 3:14 - τούτου χάριν, κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα,
  • Ephesians 3:15 - ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
  • Ephesians 3:16 - ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον;
  • Ephesians 3:17 - κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ, ἐρριζωμένοι καὶ τεθεμελιωμένοι;
  • 2 Corinthians 12:9 - καὶ εἴρηκέν μοι, ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
  • 2 Corinthians 12:10 - διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ; ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
  • John 12:44 - Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν, ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλὰ εἰς τὸν πέμψαντά με;
  • John 6:40 - τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον; καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
  • John 14:27 - εἰρήνην ἀφίημι ὑμῖν; εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν; οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.
  • John 14:28 - ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν.
  • John 16:22 - καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε; πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν, οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.
  • John 16:23 - καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν Πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.
逐节对照交叉引用