luk 24:34 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 - Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 - περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:56 - ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· καὶ οὗτος σὺν αὐτῷ ἦν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 - ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα αὐτόν, γύναι.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:58 - καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος ἔφη· ἄνθρωπε, οὐκ εἰμί.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:59 - καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:60 - εἶπεν δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 - καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 22:62 - καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 16:7 - ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:5 - καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα·
逐节对照交叉引用