luk 9:37 UGNT
逐节对照
交叉引用
  • Mark 9:14 - καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς, εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συνζητοῦντας πρὸς αὐτούς.
  • Mark 9:15 - καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
  • Mark 9:16 - καὶ ἐπηρώτησεν αὐτούς, τί συνζητεῖτε πρὸς αὑτούς?
  • Mark 9:17 - καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον;
  • Mark 9:18 - καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν; καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας, καὶ ξηραίνεται. καὶ εἶπα τοῖς μαθηταῖς σου, ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
  • Mark 9:19 - ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, ὦ γενεὰ ἄπιστος! ἕως πότε πρὸς ὑμᾶς ἔσομαι? ἕως πότε ἀνέξομαι ὑμῶν? φέρετε αὐτὸν πρός με.
  • Mark 9:20 - καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν, τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.
  • Mark 9:21 - καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ? ὁ δὲ εἶπεν, ἐκ παιδιόθεν.
  • Mark 9:22 - καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν. ἀλλ’ εἴ τι δύνῃ, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
  • Mark 9:23 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, τὸ εἰ δύνῃ? πάντα δυνατὰ τῷ πιστεύοντι.
  • Mark 9:24 - καὶ εὐθὺς κράξας, ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν, πιστεύω, βοήθει μου τῇ ἀπιστίᾳ!
  • Mark 9:25 - ἰδὼν δὲ ὁ Ἰησοῦς, ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
  • Mark 9:26 - καὶ κράξας, καὶ πολλὰ σπαράξας, αὐτόν ἐξῆλθεν; καὶ ἐγένετο ὡσεὶ νεκρὸς, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
  • Mark 9:27 - ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ, ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
  • Mark 9:28 - καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό?
  • Mark 9:29 - καὶ εἶπεν αὐτοῖς, τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
  • Matthew 17:14 - καὶ ἐλθόντων πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
  • Matthew 17:15 - καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ἔχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
  • Matthew 17:16 - καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
  • Matthew 17:17 - ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν ἔσομαι? ἕως πότε ἀνέξομαι ὑμῶν? φέρετέ μοι αὐτὸν ὧδε.
  • Matthew 17:18 - καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
  • Matthew 17:19 - τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον, διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό?
  • Matthew 17:20 - ὁ δὲ λέγει αὐτοῖς, διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. ἀμὴν, γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
逐节对照交叉引用