mat 11:6 UGNT
逐节对照
交叉引用
  • Matthew 13:55 - οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός? οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος, καὶ Ἰωσὴφ, καὶ Σίμων, καὶ Ἰούδας?
  • Matthew 13:56 - καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν? πόθεν οὖν τούτῳ ταῦτα πάντα?
  • Matthew 13:57 - καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
  • John 6:60 - πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, σκληρός ἐστιν ὁ λόγος οὗτος; τίς δύναται αὐτοῦ ἀκούειν?
  • John 6:61 - εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, τοῦτο ὑμᾶς σκανδαλίζει?
  • Luke 11:27 - ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ, μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.
  • Luke 11:28 - αὐτὸς δὲ εἶπεν, μενοῦν, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες.
  • Matthew 15:12 - τότε προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν?
  • Matthew 15:13 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
  • Matthew 15:14 - ἄφετε αὐτούς; ὁδηγοί εἰσιν τυφλοί τυφλὸς, δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
  • 1 Peter 2:8 - καὶ, λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου; οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
  • Romans 9:32 - διὰ τί? ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων. προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
  • Romans 9:33 - καθὼς γέγραπται, ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου; καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.
  • Matthew 5:3 - μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 5:4 - μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
  • Matthew 5:5 - μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
  • Matthew 5:6 - μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
  • Matthew 5:7 - μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
  • Matthew 5:8 - μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
  • Matthew 5:9 - μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
  • Matthew 5:10 - μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 5:11 - μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
  • Matthew 5:12 - χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς; οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
  • John 7:41 - ἄλλοι ἔλεγον, οὗτός ἐστιν ὁ Χριστός. οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται?
  • John 7:42 - οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός?
  • Luke 2:34 - καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, ἰδοὺ, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον;
  • Galatians 5:11 - ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι? ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
  • Matthew 18:7 - οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! ἀνάγκη γὰρ ἔστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται!
  • 1 Corinthians 1:22 - ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν;
  • 1 Corinthians 1:23 - ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν;
  • Matthew 24:10 - καὶ τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους;
  • John 6:66 - ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.
  • Matthew 26:31 - τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ; γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.
  • Luke 4:23 - καὶ εἶπεν πρὸς αὐτούς, πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, ἰατρέ, θεράπευσον σεαυτόν; ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
  • Luke 4:24 - εἶπεν δέ, ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
  • Luke 4:25 - ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλείου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν;
  • Luke 4:26 - καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλείας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας, πρὸς γυναῖκα χήραν.
  • Luke 4:27 - καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ, ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
  • Luke 4:28 - καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα;
  • Luke 4:29 - καὶ ἀναστάντες, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν;
  • 1 Corinthians 2:14 - ψυχικὸς δὲ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ; μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.
逐节对照交叉引用