mat 8:5 UGNT
逐节对照
交叉引用
  • Matthew 11:23 - καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ? ἕως ᾍδου καταβήσῃ; ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
  • Acts 27:43 - ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν, ἀπορίψαντας πρώτους, ἐπὶ τὴν γῆν ἐξιέναι;
  • Acts 23:23 - καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν, εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός.
  • Mark 15:39 - ἰδὼν δὲ, ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ἀληθῶς οὗτος ὁ ἄνθρωπος Υἱὸς Θεοῦ ἦν!
  • Mark 2:1 - καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν.
  • Acts 23:17 - προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν, ἔφη, τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
  • Matthew 9:1 - καὶ ἐμβὰς εἰς πλοῖον, διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
  • Acts 27:13 - ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
  • Acts 27:31 - εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
  • Acts 22:25 - ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον, ἔξεστιν ὑμῖν μαστίζειν?
  • Matthew 4:13 - καὶ καταλιπὼν τὴν Ναζαρὰ, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ, τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ;
  • Acts 10:1 - ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ Σπείρης τῆς καλουμένης Ἰταλικῆς,
  • Acts 10:2 - εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.
  • Acts 10:3 - εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε!
  • Acts 10:4 - ὁ δὲ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, τί ἐστιν, κύριε? εἶπεν δὲ αὐτῷ, αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ.
  • Acts 10:5 - καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος.
  • Acts 10:6 - οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
  • Acts 10:7 - ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
  • Acts 10:8 - καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
  • Acts 10:9 - τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην.
  • Acts 10:10 - ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι, παρασκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις,
  • Acts 10:11 - καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς,
  • Acts 10:12 - ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα, καὶ ἑρπετὰ τῆς γῆς, καὶ πετεινὰ τοῦ οὐρανοῦ.
  • Acts 10:13 - καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε!
  • Acts 10:14 - ὁ δὲ Πέτρος εἶπεν, μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
  • Acts 10:15 - καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
  • Acts 10:16 - τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
  • Acts 10:17 - ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα.
  • Acts 10:18 - καὶ φωνήσαντες, ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.
  • Acts 10:19 - τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα, ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσιν σε;
  • Acts 10:20 - ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.
  • Acts 10:21 - καταβὰς δὲ, Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, ἰδοὺ, ἐγώ εἰμι ὃν ζητεῖτε; τίς ἡ αἰτία δι’ ἣν πάρεστε?
  • Acts 10:22 - οἱ δὲ εἶπαν, Κορνήλιος, ἑκατοντάρχης ἀνὴρ δίκαιος, καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
  • Acts 10:23 - εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον ἀναστὰς, ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
  • Acts 10:24 - τῇ δὲ ἐπαύριον, εἰσῆλθεν εἰς τὴν Καισάρειαν; ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συνκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
  • Acts 10:25 - ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.
  • Acts 10:26 - ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
  • Acts 10:27 - καὶ συνομιλῶν αὐτῷ, εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς.
  • Acts 10:28 - ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. κἀμοὶ ὁ Θεὸς ἔδειξεν, μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
  • Acts 10:29 - διὸ καὶ ἀναντιρρήτως ἦλθον, μεταπεμφθείς. πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με?
  • Acts 10:30 - καὶ ὁ Κορνήλιος ἔφη, ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας, ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου; καὶ ἰδοὺ, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
  • Acts 10:31 - καὶ φησί, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
  • Acts 10:32 - πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος; οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως παρὰ θάλασσαν.
  • Acts 10:33 - ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου.
  • Matthew 27:54 - ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα λέγοντες, ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.
  • Luke 7:1 - ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
  • Luke 7:2 - ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
  • Luke 7:3 - ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
  • Luke 7:4 - οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες, ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο;
  • Luke 7:5 - ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
  • Luke 7:6 - ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι, ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς;
  • Luke 7:7 - διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν; ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.
  • Luke 7:8 - καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας; καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται; καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται; καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
  • Luke 7:9 - ἀκούσας δὲ ταῦτα, ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν; καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
  • Luke 7:10 - καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον, οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
逐节对照交叉引用