jhn 10:19 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 3:3 - ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε?
  • Luke 12:51 - δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ? οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.
  • Luke 12:52 - ἔσονται γὰρ ἀπὸ τοῦ νῦν, πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν, καὶ δύο ἐπὶ τρισίν.
  • Luke 12:53 - διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί; μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα; πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
  • John 7:40 - ἐκ τοῦ ὄχλου οὖν, ἀκούσαντες τῶν λόγων τούτων, ἔλεγον, οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης;
  • John 7:41 - ἄλλοι ἔλεγον, οὗτός ἐστιν ὁ Χριστός. οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται?
  • John 7:42 - οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός?
  • John 7:43 - σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν.
  • Acts 14:4 - ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως; καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
  • 1 Corinthians 11:18 - πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
  • Acts 23:7 - τοῦτο δὲ αὐτοῦ λαλοῦντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
  • Acts 23:8 - Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα; Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
  • Acts 23:9 - ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ; εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ, ἢ ἄγγελος?
  • Acts 23:10 - πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
  • Matthew 10:34 - μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν; οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
  • Matthew 10:35 - ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς
  • John 9:16 - ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ Σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν? καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
逐节对照交叉引用