jhn 10:20 UGNT
逐节对照
交叉引用
  • Matthew 10:25 - ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ?
  • Acts 26:30 - ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς,
  • Acts 26:31 - καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες, ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.
  • Acts 26:32 - Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
  • Acts 26:24 - ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, μαίνῃ, Παῦλε! τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει!
  • Acts 25:19 - ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας, εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
  • Acts 25:20 - ἀπορούμενος δὲ, ἐγὼ τὴν περὶ τούτων ζήτησιν, ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα, κἀκεῖ κρίνεσθαι περὶ τούτων.
  • John 7:46 - ἀπεκρίθησαν οἱ ὑπηρέται, οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.
  • John 7:47 - ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, μὴ καὶ ὑμεῖς πεπλάνησθε?
  • John 7:48 - μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων?
  • John 7:49 - ἀλλὰ ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπάρατοί εἰσιν.
  • John 7:50 - λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν,
  • John 7:51 - μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ, καὶ γνῷ τί ποιεῖ?
  • John 7:52 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ? ἐραύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται.
  • Acts 18:14 - μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν;
  • Acts 18:15 - εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου, καὶ ὀνομάτων, καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί; κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
  • John 9:28 - καὶ ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπαν, σὺ μαθητὴς εἶ ἐκείνου; ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
  • John 9:29 - ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός; τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
  • Matthew 9:34 - οἱ δὲ Φαρισαῖοι ἔλεγον, ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
  • John 8:52 - εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.
  • John 8:47 - ὁ ὢν ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει; διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.
  • John 8:48 - ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις?
  • John 7:20 - ἀπεκρίθη ὁ ὄχλος, δαιμόνιον ἔχεις; τίς σε ζητεῖ ἀποκτεῖναι?
  • Mark 3:21 - καὶ ἀκούσαντες, οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν; ἔλεγον γὰρ, ὅτι ἐξέστη.
逐节对照交叉引用