mat 11:2 UGNT
逐节对照
交叉引用
  • Matthew 1:17 - πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
  • John 3:24 - οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
  • John 3:25 - ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.
  • John 3:26 - καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, Ῥαββεί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
  • John 3:27 - ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, οὐ δύναται ἄνθρωπος λαμβάνειν, οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
  • John 3:28 - αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον, οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ’, ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
  • Luke 7:18 - καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης
  • Luke 7:19 - ἔπεμψεν πρὸς τὸν Κύριον λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν?
  • Luke 7:20 - παραγενόμενοι δὲ πρὸς αὐτὸν, οἱ ἄνδρες εἶπαν, Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν?
  • Luke 7:21 - ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων, καὶ μαστίγων, καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
  • Luke 7:22 - καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, πορευθέντες, ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε: τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
  • Luke 7:23 - καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
  • Luke 7:24 - ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου: τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι? κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον?
  • Luke 7:25 - ἀλλὰ τί ἐξήλθατε ἰδεῖν? ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον? ἰδοὺ, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
  • Luke 7:26 - ἀλλὰ τί ἐξήλθατε ἰδεῖν? προφήτην? ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
  • Luke 7:27 - οὗτός ἐστιν περὶ οὗ γέγραπται, ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
  • Luke 7:28 - λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν; ὁ δὲ μικρότερος ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν.
  • Luke 7:29 - (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου;
  • Luke 7:30 - οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ, τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)
  • Luke 7:31 - τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι?
  • Luke 7:32 - ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε; ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.
  • Luke 7:33 - ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, δαιμόνιον ἔχει.
  • Luke 7:34 - ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
  • Luke 7:35 - καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.
  • Luke 3:19 - ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος, τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
  • John 4:1 - ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι, ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης
  • Acts 19:1 - ἐγένετο δὲ ἐν τῷ, τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, κατελθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
  • Acts 19:2 - εἶπέν τε πρὸς αὐτούς, εἰ Πνεῦμα Ἅγιον ἐλάβετε, πιστεύσαντες? οἱ δὲ πρὸς αὐτόν, ἀλλ’ οὐδ’ εἰ Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.
  • Acts 19:3 - εἶπέν τε, εἰς τί οὖν ἐβαπτίσθητε? οἱ δὲ εἶπαν, εἰς τὸ Ἰωάννου βάπτισμα.
  • Matthew 9:14 - τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν?
  • Matthew 4:12 - ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
  • Mark 6:17 - αὐτὸς γὰρ ὁ Ἡρῴδης, ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
  • Matthew 14:3 - ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ.
逐节对照交叉引用