mat 11:3 UGNT
逐节对照
交叉引用
  • John 6:14 - οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
  • Matthew 21:5 - εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου.
  • Matthew 21:9 - οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ὡσαννὰ τῷ Υἱῷ Δαυείδ! εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου! ὡσαννὰ ἐν τοῖς ὑψίστοις!
  • Luke 19:38 - λέγοντες, εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου; ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.
  • Matthew 2:2 - λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων? εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
  • Matthew 2:3 - ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ.
  • Matthew 2:4 - καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.
  • Matthew 2:5 - οἱ δὲ εἶπαν αὐτῷ, ἐν Βηθλέεμ τῆς Ἰουδαίας; οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου:
  • Matthew 2:6 - καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα; ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
  • John 7:41 - ἄλλοι ἔλεγον, οὗτός ἐστιν ὁ Χριστός. οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται?
  • John 7:42 - οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός?
  • John 16:14 - ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται, καὶ ἀναγγελεῖ ὑμῖν.
  • John 4:21 - λέγει αὐτῇ ὁ Ἰησοῦς, πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, προσκυνήσετε τῷ Πατρί.
  • John 12:13 - ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον, ὡσαννά! εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, καὶ ὁ Βασιλεὺς τοῦ Ἰσραήλ!
  • Mark 11:9 - καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, ὡσαννά! εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου!
  • John 7:31 - ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον, ὁ Χριστὸς, ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν?
  • Hebrews 10:37 - ἔτι γὰρ μικρὸν ὅσον, ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει.
  • John 11:27 - λέγει αὐτῷ, ναί, Κύριε; ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
逐节对照交叉引用